Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.116.2 | Hdt. 3.117.5 (English) | >>Hdt. 3.119.1 |
3.117.3 τὰς διασφάγας τῶν ὀρέων ἐνδείμας ὁ βασιλεὺς πύλας ἐπʼ ἑκάστῃ διασφάγι ἔστησε · ἀποκεκληιμένου δὲ τοῦ ὕδατος τῆς ἐξόδου τὸ πεδίον τὸ ἐντὸς τῶν ὀρέων πέλαγος γίνεται , ἐνδιδόντος μὲν τοῦ ποταμοῦ , ἔχοντος δὲ οὐδαμῇ ἐξήλυσιν .
3.117.4 οὗτοι ὦν οἵ περ ἔμπροσθε ἐώθεσαν χρᾶσθαι τῷ ὕδατι , οὐκ ἔχοντες αὐτῷ χρᾶσθαι συμφορῇ μεγάλῃ διαχρέωνται . τὸν μὲν γὰρ χειμῶνα ὕει σφι ὁ θεὸς ὥσπερ καὶ τοῖσι ἄλλοισι ἀνθρώποισι , τοῦ δὲ θέρεος σπείροντες μελίνην καὶ σήσαμον χρηίσκονται τῷ ὕδατι .
3.117.5 ἐπεὰν ὦν μηδέν σφι παραδιδῶται τοῦ ὕδατος , ἐλθόντες ἐς τοὺς Πέρσας αὐτοί τε καὶ γυναῖκες , στάντες κατὰ τὰς θύρας τοῦ βασιλέος βοῶσι ὠρυόμενοι , ὁ δὲ βασιλεὺς τοῖσι δεομένοισι αὐτῶν μάλιστα ἐντέλλεται ἀνοίγειν τὰς πύλας τὰς ἐς τοῦτο φερούσας .
3.117.6 ἐπεὰν δὲ διάκορος ἡ γῆ σφεων γένηται πίνουσα τὸ ὕδωρ , αὗται μὲν αἱ πύλαι ἀποκληίονται , ἄλλας δʼ ἐντέλλεται ἀνοίγειν ἄλλοισι τοῖσι δεομένοισι μάλιστα τῶν λοιπῶν . ὡς δʼ ἐγὼ οἶδα ἀκούσας , χρήματα μεγάλα πρησσόμενος ἀνοίγει πάρεξ τοῦ φόρου .
ch. 118
3.118.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.116.2 | Hdt. 3.117.5 (English) | >>Hdt. 3.119.1 |